Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.21 Joseph. AJ 2.26 (English) >>Joseph. AJ 2.31

2.24προελθόντας δʼ ἐπὶ τοὖργον οὐκ ἔστιν ἣν οὐκ εἰσπράξεται τῆς ἀδελφοκτονίας δίκην μιάναντας αὐτοῦ τὴν πανταχοῦ παροῦσαν πρόνοιαν καὶ μήτε τῶν ἐπʼ ἐρημίᾳ πραττομένων ὑστεροῦσαν μήτε τῶν κατὰ τὰς πόλεις· ὅπου γὰρ ἂν ἄνθρωπος χρὴ δοκεῖν ἐνταῦθα παρεῖναι καὶ θεόν. 2.25τό τε συνειδὸς αὐτοὺς τὸ ἴδιον ἕξειν ἐχθρὸν ἐπὶ τοῖς τολμηθεῖσιν ἔλεγεν, μήτε τοῖς ἀγαθὸν αὐτὸ ἔχουσι μήτε τοιοῦτον ὁποῖον αὐτοῖς συνοικήσει τὸν ἀδελφὸν ἀνελοῦσιν ἔστιν ἀποδρᾶναι. 2.26προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν. Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθεροῦσιν, τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ τὴν παρʼ ἡμῶν ἐρανίζεται κηδεμονίαν· 2.27 τε αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτοῖς τίθησι, διὰ φθόνον τῶν ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνωκότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας οὐκ ἀλλοτρίων ὄντων ἀλλʼ οἰκείων· 2.28ἴδια γὰρ αὐτῶν ὑπολαμβάνειν, ὅσα θεὸς Ἰωσήπῳ δώσει, προσεκίνουν τὴν ὀργὴν καὶ διὰ τοῦτο καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν, εἰ τὸν ὑπʼ αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες ἀφαιρήσονται τὸν θεὸν ταῦτα χαρίσεται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.21 Joseph. AJ 2.26 (English) >>Joseph. AJ 2.31

Powered by PhiloLogic